Mention12146

Download triples
rdf:type qkg:Mention
so:text Ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπ᾽ αἰθέρος αὐγάζουσα βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν. αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἥγε λαιὸν μὲν καθύπερθεν ἐπ᾽ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶν᾽ ἔσπασε χειρί, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ. (el)
so:isPartOf https://en.wikiquote.org/wiki/Apollonius_of_Rhodes
so:description Book I. Preparation and Departure (en)
so:description Argonautica (3rd century BC) (en)
qkg:hasContext qkg:Context5909
qkg:hasContext qkg:Context5908
Property Object

Triples where Mention12146 is the object (without rdf:type)

qkg:Quotation11340 qkg:hasMention
Subject Property