so:text
|
ἀλλ’ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει· ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἕν ηὐξήθη μόνον ῏ειναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος, Νεῖκος τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι. καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε· τὴν σὺ νόωι δέρκευ, μηδ’ ὄμμασιν ἧσο τεθηπώς· ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι, Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην· (el) |