so:text
|
Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες
πείρετε· μηδ᾽ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν
πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου,
ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν.
τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
θαρσαλέως· πρὶν δ᾽ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
ἄψορροι στέλλεσθαι· ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Ἀργώ. (el) |